TLG 1441 001 :: IAMBLICHUS :: Babyloniaca IAMBLICHUS Scr. Erot. Babyloniaca Source: Habrich, E. (ed.), Iamblichi Babyloniacorum reliquiae. Leipzig: Teubner, 1960: 5–79.
Citation: Fragment — (line) | ||
t1-89 | FRAGMENTA | |
1(1n) | codd. Laurentianus 57,12 et Vaticanus 1354 | |
1t | Περὶ προόδου τοῦ Βαβυλωνίων βασιλέως | |
---|---|---|
2 | Τὸ ἅρμα, ἐφ’ ᾧ φέρεται ὁ βασιλεύς, ἅπαν ἐλέφαντός ἐστιν εἰργασμένον ἐγγύτατα ἀπήνης Ἑλληνικῆς· αἱ δὲ ἡνίαι τῶν ἵππων εἰσὶ πορφυραῖ ταινίαι. ἐφέστηκε δὲ ὁ | |
5 | βασιλεὺς σκευὴν ἐσκευασμένος ἐξαίρετον, ἐν ᾗ μήτε θηρᾷ μήτε δικάζει μήτε θύει, ἀλλὰ πομπεύει μόνον. ἔστι δὲ ἁλουργὶς χρυσῆ· ἐξ ἴσου γὰρ ὁ χρυσὸς ὕφανται τῇ πορ‐ φύρᾳ. φέρει δὲ καὶ σκῆπτρον ἐλεφάντινον, ᾧ τὴν χεῖρα | |
τὴν δεξιὰν μετέωρον ἐρείδεται. | ||
10 | Ἡγοῦνται δ’ ἱππεῖς σκηπτοῦχοί τε καὶ σατράπαι καὶ ἱππάρχαι καὶ χιλιάρχαι, οἷς τι μέτεστι τοῦ ἔργου· οἱ μὲν πεζοὶ ἀργυράσπιδες, ἔτι δὲ ἀργυροθώρακες καὶ χρυσο‐ θώρακες, ψελλίοις μὲν τὰς χεῖρας, στρεπτοῖς δὲ τοὺς τραχήλους κεκοσμημένοι· περὶ δὲ ταῖς κεφαλαῖς οὐ κράνη | |
15 | περιτίθενται, ἀλλὰ ἐπάλξεων σημεῖα καὶ πύργων στεφα‐ νοῦντα τὴν κεφαλὴν καὶ σκέποντα. καὶ ταῦτα μὲν ἀργύ‐ ρου καὶ χρυσοῦ πεποιημένα· ἔστι δὲ ἄλλα καὶ λιθοκόλ‐ λητα τοῖς κρείττοσιν, ὀλίγοι δὲ καὶ στεφάνοις χρυσοῖς ἀναδέδενται, οἷς ἂν ἐκ βασιλέως δοθῇ. οἱ δ’ ἐφ’ ἵππων | |
20 | ἐλαύνουσι Νισαίων, τῶν μὲν τὸν πολεμικὸν τρόπον ἐσκευ‐ ασμένων προμετωπιδίοις τε καὶ στερνιδίοις καὶ παρα‐ πλευριδίοις {καὶ παραμηρίδια τοῖς ἱππεῦσι περίκειται}, τῶν δὲ εἰς πομπὴν ἠσκημένων χρυσοχαλίνων πάντων ὥσπερ εὐδαιμόνων γυναικῶν. ζωστῆρές τε καὶ τελαμῶνες καὶ | |
25 | ἔφιππα οὐδὲν οὐδὲ τούτων ἐστίν, ὃ μὴ χρυσήλατόν ἐστιν ἢ χρυσόπαστον. Τρίχες δὲ τῶν ἵππων οὐραῖαι διαπλέκονται καθάπερ πλόκαμοι γυναικῶν καὶ διαδοῦνται καὶ περισφίγγονται πορφυραῖς τε καὶ ποικίλαις ζώναις, αἱ δὲ ἐν ταῖς ἱππολο‐ | |
30 | φίαις ἔνθεν τε καὶ ἔνθεν αἰωροῦνται καὶ καθίενται κατὰ τῶν αὐχένων, αἱ μὲν ἁπαλαί, αἱ δὲ ὀρθαί, αἱ δὲ οὖλαι, αἱ μὲν φύσει πεφυκυῖαι, αἱ δὲ διὰ τέχνης ἠναγκασμέναι. Πλάττουσι δὲ αὐτῶν καὶ βαδίσματα καὶ βλέμματα καὶ νεύματα καὶ φρονήματα, ἐνίων δὲ καὶ τὰ φρυάγματα καὶ | |
35 | χρεμετίσματα. πομπευτὴς γὰρ ἵππος πάντα διδάσκεται. πρῶτον μὲν γὰρ αὐτό〈ματο〉ς ἐκτείνας εἰς τὸ ἔδαφος τοὺς πόδας καὶ χαμαιπετὴς γενόμενος ἀναβάτην λαμβάνει καὶ τρυφῶντα καὶ λάμποντα· ὁ δὲ ἐπὶ τὸ σοβαρώτερον πεπαι‐ δευμένος οὐκ εἰς γαστέρα καθίεται, ἀλλ’ εἰς γόνατα πίπτει, | |
40 | ἵνα δοκῇ τὸν ἱππέα δέχεσθαι καὶ προσκυνεῖν· ἔπειτα παρέχει ὑγρὰν τὴν ῥάχιν καὶ κραδαινομένην ἐν τῷ δρόμῳ δίκην ἑρπετοῦ, διδάσκεται δὲ καὶ ῥυθμίζειν ἑαυτὸν καὶ σχηματίζειν καὶ 〈ἀπὸ νεύματοσ〉 ταῖς ῥισὶν ἐμπνεῖν καὶ τοῖς ὀφθαλμοῖς ἐμβλέπειν καὶ ὑψαυχενεῖν καὶ σοβεῖν καὶ | |
45 | γαυριᾶν καὶ πάντα, ὅσα καὶ ἀθλητὴς ἐπιδείκνυσι τῷ θεά‐ τρῳ. ἐκ δὲ τούτων ὁ μὲν ἵππος εὐειδέστερος φαίνεται, ὁ δὲ ἱππεὺς σοβαρώτερος γίνεται. | |
2*(1n) | Suda I 316,3 s.v. Ἀπόρρησιν | |
1 | τὴν γενομένην ἀπόρρησιν τοῦ γάμου. | |
3(1n) | Suda IV 237,19 s.v. Προτέλειον | |
1 | “ἀλλὰ καὶ τῶν Σινωνίδος γάμων προθυσάσθω καὶ προ‐ τέλεια τοῦ μοιχοῦ ὁ ἀνὴρ γενέσθω.” | |
4(1n) | codd. Laurentianus 57,12 et Vaticanus 1354 | |
1 | ὅταν ὁ ἔρως ζηλοτυπίαν προσλάβῃ, τύραννος ἐκ βασι‐ | |
λέως γίνεται. | ||
5*(1n) | Suda II 348,29 s.v. Ἐπιβάθρας | |
1 | ἡ δὲ ἐπὶ τὸ τέγος ἀναβᾶσα ταχέως, ἅτε τῆς ἐπιβάθρας ἐμπείρως ἔχουσα. | |
6*(1n) | Suda II 348,25 s.v. Ἐπιβάθρα | |
1 | πρώτη δὲ ἤδη ἀπέβη, οἱονεὶ ἐπιβάθραν αὐτῷ κατασκευά‐ ζουσα καὶ κατακόλπισιν. | |
7*(1n) | Suda III 202,10 s.v. Κοινῶνας | |
1 | τὴν κεφαλὴν αὐτοῦ ἄξειν, καὶ ὅσοι κοινῶνες αὐτῷ τῆς φυγῆς ἐγένοντο. | |
8*(1n) | Suda III 602,28 s.v. Ὀψοποιουμένοις | |
1 | “ἔναγχος οὖν ποιμέσι τισὶν ὀψοποιουμένοις ἰχθῦς ἀπε‐ δόμην.” | |
9(1n) | Suda IV 703,20 s.v. Φάσμα | |
1 | ὁ δὲ ἕτερος ταῦρος ἐμυκήσατο, κακὸν φώνημα Γάρμῳ· καὶ ἔδοξε τράγος εἶναι, μὴ ταῦρος ἐκεῖνο τὸ φάσμα. | |
10*(1n) | Suda II 439,18 s.v. Εὐά | |
1 | ὁ δὲ τράγος ἐκ τοῦ φρέατος ἀπεπήδησε τὸ αὐτὸ | |
φωνήσας εὐά. | ||
11*(1n) | Suda II 67,1 s.v. Διαμπερές | |
1 | ἡ δὲ διῆγεν αὐτοὺς ἐπί τι ὄρυγμα, ὃ διαμπερὲς μὲν ἦν ὀρωρυγμένον ἐπὶ σταδίους λʹ, εἶχε δὲ ἔξοδον ἐπὶ θάτερα τοῦ ὀρύγματος. | |
12*(1n) | Suda I 189,20 s.v. Ἀνάστρῳ | |
1 | “ἆρά γε ὀρθῶς ζῶμεν καὶ ὑπὸ φωτὶ δέ, ἢ ἐν ἀσελήνῳ καὶ ἀνάστρῳ πλέομεν;” | |
13(1n) | Suda IV 98,19 s.v. Περιηγεῖτο | |
1 | πῦρ δὲ αὐτοῖς ὑπέφαινεν ἡ Σινωνὶς καὶ περιηγεῖτο. | |
14*(1n) | Suda IV 106,28 s.v. Περιπόλων | |
1 | τῶν δὲ περιπόλων τις περιθέων ἀποβάλλει χαλκῆν | |
ἀσπίδα ὕπερθεν τοῦ ὀρύγματος· ἡ δὲ οὖσα μὴ πλατεῖα, ἀλλὰ κυρτή, οὐ στερεὸν ἐκτύπησεν, ἀλλὰ κοῖλον καὶ διά‐ κενον. | ||
15*(1n) | Suda III 223,18 s.v. Κυψέλη | |
1 | αἱ δὲ μέλιτται ἐμπεφωλεύκεισαν ὥσπερ ἐν κυψέλῃ τῷ φωλεῷ· τὸ μέλι δὲ ἐλείβετο κατὰ τῶν κεφαλῶν. | |
16*(1n) | Suda I 78,22 s.v. Ἀκέραιος | |
1 | τὸ δὲ μέλι, ἅτε οὐκ ἀκέραιον οὔτε ἀπὸ ἀκάνθων, ἀλλ’ ἀπὸ ἑρπετῶν 〈τροφῆσ〉 συμπεπορισμένον, ἀνέστρεφε τὰ σπλάγχνα. | |
17*(1n) | Suda I 447,13; II 739,6 s.vv. Βαθεῖα κόμη; Θυραυλεῖν | |
1 | ἀπεκείρατο τὴν κόμην· ὡς ἂν θηρώσης κόρης καὶ θυραυλούσης, τρεφομένη μὲν ὄμβροις, τινασσομένη δὲ | |
ἀνέμοις κόμη πολλὴ ἦν καὶ ξανθὴ καὶ βαθεῖα. | ||
18*(1n) | Suda IV 240,24 s.v. Προὔπινεν αὐτῷ | |
1 | αὐτὸς δὲ πάλιν ἐκουφίζετο καὶ τὸν Δάμαν ἐπῄνει καὶ προὔπινεν αὐτῷ καὶ μεστὸς ἦν ἐλπίδων ἐρωτικῶν. | |
19*(1n) | Suda IV 386,26 s.v. Σκοταῖος ἐλθών | |
1 | οἱ δὲ στρατιῶται ἐλθόντες σκοταῖοι εἶδον τὰ σώ‐ ματα, καὶ νόμῳ τῶν Βαβυλωνίων ἐπέρριψαν αὐτοῖς ὁ μὲν κάνδυν, ὁ δὲ χλαμύδα, ὁ δὲ ψωμούς, ὁ δὲ ἀκρόδρυα· καὶ μέγα κεφάλαιον ἠθροίσθη μικρῶν κερματίων. | |
20*(1n) | Suda III 236,3 s.v. Λαρυγγίζεν | |
1 | οἱ δὲ κόρακες περιιπτάμενοι ἄνω καὶ κάτω, θορυβού‐ μενοι καὶ κεκραγότες μετὰ πολλῆς ἀσελγείας, οἷον οἱ | |
κόρακες λαρυγγίζουσι. | ||
21*(1n) | Suda I 431,25 s.v. Ἄφιπποι | |
1 | περιδεεῖς δὲ ἦσαν ὡς ἐν ἐρημίᾳ τά τε ἄλλα καὶ ἄφιπποι γενόμενοι. | |
22*(1n) | Suda II 152,7 s.v. Δυσωπεῖσθαι | |
1 | ὁρῶν δὲ τὸν ἀδελφὸν πάντα δυσωπούμενον καὶ οὐδὲν ὅ, τι τῶν ὄψων οὐχ ὑφορώμενον. | |
23*(1n) | Suda III 262,5 s.v. Ληκύθιον | |
1 | εἶχε δὲ ἐν τῇ ζώνῃ ληκύθιον παρηρτημένον, ἐν ᾧ τὸ | |
φάρμακον ἦν τὸ θανάσιμον. | ||
24*(1n) | Suda I 344,7 s.v. Ἀραιῶς | |
1 | εὗρον δὲ τὴν θύραν τοῦ μνήματος ἀραιῶς ἐπικειμένην. | |
25*(1n) | Suda I 110,3 s.v. Ἀλλήλοιν | |
1 | ὁρῶσιν ἐν τῇ λάρνακι σώματα ἀλλήλοιν περικείμενα. | |
26*(1n) | Suda I 170,27 s.v. Ἀνακλῖναι | |
1 | οἱ δὲ ἀνακλῖναι μὲν τὴν θύραν οὐκ ἐτόλμησαν οὐδ’ εἴσω παρελθεῖν ἴσχυσαν. | |
27*(1n) | Suda I 257,23 s.v. Ἀωρίαι | |
1 | οὐκ ἔξεστι γὰρ Βαβυλωνίοις ἀωρίᾳ τάφον ὑπερβῆναι. | |
28*(1n) | Suda III 211,11 s.v. Κυματωγή | |
1 | οἱ δὲ ἐπορεύοντο τὴν αὐτὴν τῷ ποταμῷ διὰ τῆς κυμα‐ τωγῆς βρέχοντες τοὺς πόδας, ὅπου μηδὲ ἴχνος ἔμελλε συμβαίνειν. | |
29*(1n) | Suda IV 184,12 s.v. Πωλητής | |
1 | ἦν γὰρ ἐνταφίων πωλητής. | |
30(1n) | Suda II 558,9 s.v. Ἥκιστα | |
1 | ἀνὴρ ἐπιστάμενος ἥκιστα ψεύδεσθαι, φίλος δὲ εἴπερ τις ἄλλος ἀληθείᾳ. | |
31*(1n) | Suda II 558,4; II 534,21 s.vv. Ἥκιστα; Εἴρων | |
1 | ἥκιστα δ’ ἄν τις αὐτὸν ἐθεάσατο παρεκβαίνοντα τὸ ἀληθὲς ἔργῳ ἢ λόγῳ ποτέ, ἤτοι πρὸς τὸ εἰρωνικώτερον ἢ | |
ἀλαζονέστερον. | ||
32*(1n) | Suda II 90,11 s.v. Διήκει | |
1 | ὁ δὲ εἶπεν· “ἀλλὰ πιστεύω· πάνυ γάρ σου κλέος ἐπ’ ἀρετῇ διήκει.” | |
33*(1n) | Suda II 569,9 s.v. Ἦ μήν | |
1 | “ὄμνυμι τοὺς βασιλείους θεούς· ἦ μὴν ἐγὼ ὑμᾶς | |
σώσω.” | ||
34(1n) | codd. Laurentianus 57,12 et Vaticanus 1354 | |
1 | τὰ ἐνύπνια ὑπὸ μὲν τοῦ δαιμονίου πέμπεται, ὑπὸ δὲ τῆς ἑκάστου ψυχῆς τῶν ὁρώντων πλάττεται· καὶ τῆς μὲν φύσεως αὐτῶν ὁ θεός ἐστι χορηγός, τῆς δὲ ἰδέας ἡμεῖς αὐτοὶ δημιουργοί. | |
35(1n) | codd. Laurentianus 57,12 et Vaticanus 1354 | |
1t | Δεσπότης δούλου κατηγορεῖ ἐπὶ μοιχείᾳ | |
2t | τῆς οἰκείας γαμετῆς ἐξηγησαμένης, ὡς ὄναρ | |
3t | τούτῳ ἐν τῷ τῆς Ἀφροδίτης ἱερῷ ἐμίγη. | |
4 | Ὅτι μὲν οὐδεὶς ἂν ἑκὼν ἐπὶ τοιαύτην δίκην ἔλθοι καὶ ταῦτα | |
5 | σοὶ μέλλων, βασιλεῦ, χρήσεσθαι δικαστῇ, ὃς οὐ μόνον τοὺς τῶν κρινομένων ἐξετάζεις βίους, ἀλλὰ καὶ τοὺς τῶν κατηγο‐ ρούντων τρόπους, οὐκ ἔστιν ὅστις οὐκ ἂν συνομολογήσειέ μοι. ἔστω δὲ καὶ τοῦτο τεκμήριον τοῦ τὴν κατηγορίαν εἶναι τὴν γινομένην ἀληθῆ, τὸ καὶ τὴν ὑπόθεσιν εἶναι τῷ | |
10 | μέλλοντι κατηγορεῖν ἀηδῆ· τὴν γὰρ τοιαύτην δίκην ἡ νικηθεῖσα μὲν ἀδικεῖ, ἀτυχεῖ δὲ ὁ νικήσας. Παραιτοῦμαι δὲ συγγνώμην ἔχειν μοι οὐ κατηγορεῖν βεβουλευμένῳ, ἀλλὰ σιγᾶν μὴ δυναμένῳ, οὐ μόνον ὅτι ἀφόρητόν ἐστιν ἀδίκημα μοιχεία, ἀλλὰ καὶ ὅτι τῷ κοινῷ | |
15 | τῆς αὐτῆς ὕβρεως ἴδιόν τι τὸ ταύτης πρόσεστιν. ὁ γὰρ μοιχὸς δοῦλός ἐστι καὶ τὴν ψυχὴν ταπεινός, κἂν ταύτῃ καλὸς εἶναι δοκῇ· δοῦλος δὲ οὐδὲ ἄλλου τινὸς ἀλλ’ ἐμός· ἔδει δὲ καὶ ταύτης δοῦλον αὐτόν, ἀλλὰ μὴ δεσπότην | |
εἶναι. ποιεῖ δὲ τὴν μοιχείαν περιττὴν καὶ μᾶλλον αἰσχρὰν | ||
20 | ἄμφω συνελθόντα, ἡ τῆς μεμοιχευμένης δόξα καὶ ἡ τοῦ μοιχεύσαντος ἀδοξία. Δέομαι δὲ σοῦ, βασιλεῦ, πρὸς ταῦτά μοι βοηθῆσαι ὑπὸ μὲν γυναικὸς ὑβρισμένῳ, ὑπὸ δὲ δούλου παρευδοκι‐ μημένῳ, νεμεσῆσαι δὲ καὶ τούτοις, ἐν μὲν τοῖς ἔργοις | |
25 | λαθεῖν δεδυνημένοις, ὑπὸ δὲ τῶν θεῶν μεμηνυμένοις. Ἀπορῶ δὲ πότερον αἰτιάσωμαι θατέρῳ σύμβουλον καὶ διδάσκαλον γεγονέναι τῶν ἁμαρτημάτων. οὗτος μὲν γὰρ μειράκιόν ἐστιν· ὁ δὲ τοιοῦτος πεισθῆναι μᾶλλον ἢ πεῖσαι πιθανὸς εἶναι δοκεῖ καὶ διεφθάρθαι μᾶλλον ἢ διεφθαρκέναι· | |
30 | αὕτη δέ ἐστι γυνή· εὐεξαπάτητον δὲ εἶναι δοκεῖ γυνή. ὥστε τῷ μὲν τὸ τῆς ἡλικίας ἀσθενές, τῇ δὲ τὸ τῆς φύσεως τοιοῦτον συναγωνίζεται. Συνελὼν οὖν λέγω· συναμφότεροι καλοί. δοῦλον δὲ τίς προετίμησεν ἀνδρός; ὡραῖος γάρ ἐστι καὶ καλὸς εἶναι, | |
35 | βασιλεῦ, κἀμοὶ δοκεῖ, καὶ πολλάκις αὐτὸν ὁ μωρὸς πρὸς ταύτην ἐπῄνεσα, ὡς εὖ μὲν τὸ πρόσωπον ἱστάντα, ὑγροῖς δὲ τοῖς ὄμμασιν ἐμβλέποντα. ἐπῄνεσα δὲ αὐτοῦ πολλάκις καὶ χεῖρας ἄκρας ὡς λευκὰς καὶ κόμας ταύτας ὡς ξανθάς. καὶ ταῦτα ἄρα λέγων ἐδίδασκον ταύτην ἐρᾶν. —οἶδας δὲ | |
40 | καὶ σύ, βασιλεῦ, ὡς ἔστι ταῦτα ἀληθῆ. οὐδὲ γὰρ κατέλιπεν αὐτὸν τὸ κάλλος οὐδὲ φοβούμενον, ἀλλ’ ἔλαμψε μὲν ὑπὸ τοῦ δέους ἡ παρειά, τὸ βλέμμα δὲ οὐκ ἀπήνθησεν οὐδὲ λυπουμένου. παρέστηκε δέ σοι δεδεμένος, ἀλλ’ ἐπέπρεψεν αὐτῷ καὶ τὰ δεσμά. φθόνος σοι καταρᾶται, καὶ τῶν κακῶν | |
45 | ὁ κίνδυνός σε κοσμεῖ, πονηρὲ καὶ καλέ. ὀκνῶ, δέσποτα, λέγειν, ὅτι σήμερον καὶ καλλίων ἐγένετο. οὐκ ἐλεεῖς με, βασιλεῦ; μοιχὸν ἀνὴρ ἐπαινῶ, καὶ ταῦτα τῆς μεμοι‐ χευμένης ἀκουούσης. φοβοῦμαι δὲ μὴ καὶ σήμερον τὸ | |
κάλλος αὐτῷ βοηθήσῃ. —ἐπῄνουν αὐτὸν οὕτως. ὑπώ‐ | ||
35(50) | πτευον δὲ αὐτοῦ τῶν ὀφθαλμῶν τὴν πλάνην καὶ τὰ πολλὰ κινήματα καὶ τὸ ἀποβλέπειν τῆς κύλικος ἔξω καὶ 〈τὸ〉 τοὺς ὅρους τῶν οἰνοχόων ὑπερβαίνειν. τηρήσας δὲ εἶδον ἀμφοτέρων αὐτῶν νεύματα, τὸ μὲν παρ’ αὐτοῦ πεμπόμενον, τὸ δὲ παρ’ ἐκείνης συναντῶν· πάντα δὲ ὁμοῦ παρῆν ἐπ’ | |
55 | αὐτούς, νεότης, οἶνος, κάλλος. προσῆν δὲ τούτοις ἐγὼ τῆς μοιχείας συναγωγεύς, ὁ τοῦ κάλλους ἑρμηνεύς. Ὤιμην δὲ αὐτοὺς νουθετήσειν τὴν μὲν ἀνυπόδητον ἐκπέμ‐ ψας, τὸν δὲ πατεῖσθαι καταβαλών. ὁ δέ, ὡς ἔοικεν, οὐκ ἠτιμάσθη πατούμενος, ἀλλ’ ἐπατήθη μᾶλλον ἐλεούμενος ... | |
60 | ....... καὶ γυναικῶν ἐν ὕπνοις ἡ μὲν φίλανδρος οἰκουρεῖ, ἡ δὲ φιλότεκνος ὠδίνει, ἡ δὲ ἔριθος ἐργάζεται, ἡ δὲ ἐρῶσα μοιχεύεται. εἰ δὲ μή γε, ἕκαστος ἡμῶν τῶν ὀνείρων ἑαυτὸν ἀναμνησάτω, τί μὲν ὀνειροπολεῖ τὰ πολλά, τί δ’ ὁρᾷ· τοξότης τόξον, ἱππότης ἵππον, βασιλεὺς θρόνον, αὕτη | |
65 | δὲ μοιχόν. ἑάλωκας, ὦ πανουργοτάτη γυναικῶν· εὕρηκά σε αὐτῷ τῷ μειρακίῳ παρακειμένην. τὰ γὰρ νυκτερινά σου φιλήματα τῶν μεθ’ ἡμέραν ἐστὶν ὑπομνήματα· ἃ ποιεῖς ἐγρηγορυῖα, ταῦτα καθεύδουσα μελετᾷς. ἐνύπνιον γὰρ ἀνθρωπίνης σπουδῆς εἴδωλόν ἐστι. καὶ συγκατάκεισαι | |
70 | μὲν ἐμοί, σχολάζεις δὲ ἐκείνῳ, καὶ παρ’ ἐμοὶ μὲν τὸ σῶμα, παρ’ ἐκείνῳ δὲ ἡ ψυχή· κἀμοὶ μὲν καθεύδεις, ἐκείνῳ δὲ οὔ. | |
36*(1n) | Suda II 223,3 s.v. Ἐκμαρτυρίῳ | |
1 | οὐκ ὤκνησαν δὲ καὶ δευτέρῳ ἐκμαρτυρίῳ χρήσασθαι. | |
37*(1n) | Suda IV 109,26 s.v. Περιστεῖλαι | |
1 | ὁ δὲ τὸ σῶμα τούτου περιστείλας πέπλοις σηρικοῖς καὶ τεκτηνάμενος σῆμα ἐν αὐτῷ κατέθετο. | |
38*(1n) | Suda III 75,25 s.v. Κατήκοε | |
1 | “ὦ μεγίστη θεῶν, καὶ τῶν σῶν κατήκοε θεραπόντων.” | |
39*(1n) | Suda III 624,23 s.v. Ὡς ἂν τηλικούτων | |
1 | ἀντιλαμβανομένης τῆς γυναικὸς καὶ βοώσης ὡς ἂν ὑπὲρ τηλικούτων. | |
40*(1n) | Suda I 525,14 s.v. Γινώσκω | |
1 | “ἤδη γάρ σε γινώσκω, καὶ ὧν εἶπας ἀκούσασα καὶ τὴν ὄψιν ἰδοῦσα.” | |
41*(1n) | Suda I 157,15 s.v. Ἀμφισβητεῖν | |
1 | οὐκέτι οὖν ἦν ἀμφισβητήσιμα τὸ μὴ οὐ τοῦτον ἐκεῖνον | |
εἶναι τὸν τεθνηκότα. | ||
42*(1n) | Suda I 200,24; IV 514,5 s.vv. Ἀνέδουν; Ται‐ | |
2n | νιοῦντος | |
1 | προσιόντες δὲ αὐτῷ ἐταινίαζον οἱ νησιῶται καὶ ἀνέ‐ δουν. | |
43*(1n) | Suda II 454,29 s.v. Εὐκταῖον | |
1 | “παρ’ ἐμοὶ δειπνήσατε πρότερον ἀμφότεροι· θύων γὰρ τυγχάνω ἱερὰ εὐκταῖα· καὶ τοὺς παῖδας ἄγων ἴθι, καὶ τῶν φίλων οὓς χρῄζεις.” | |
44*(1n) | Suda IV 826,17 s.v. Χρίσασθαι | |
1 | καὶ ἀποδυσάμενον χρίσασθαι κελεύει ἐλαίῳ. | |
45*(1n) | Suda II 356,14 s.v. Ἐπιθέντες | |
1 | οἱ δὲ ἀποπέμπουσι τὸν ἰατρὸν ἐπιθέντες γράμματα πρὸς τὸν τελώνην. | |
46*(1n) | Suda II 12,22 s.v. Δαιμονίως | |
1 | “ἐθεραπεύθη δέ”, ἔφη, “δαιμονίῳ τρόπῳ.” | |
47*(1n) | Suda II 230,7 s.v. Ἔκπυστα καὶ Ἐκπύστου | |
1 | ὁ δὲ παραγγείλας τῇ τοῦ ζῆν ἀντιδόσει ἔκπυστον μὴ ποιῆσαι τὴν πρᾶξιν ἀφῆκε πρὸς τὸν στείλαντα φοιτῆσαι. | |
48*(1n) | Suda IV 48,6 s.v. Παρεβέβλητο | |
1 | ἄρτι γὰρ αὐτῇ παρεβέβλητο τροφή. {τουτέστι τῇ κα‐ μήλῳ.} | |
49*(1n) | Suda IV 235,10 s.v. Πρόσοιτο | |
1 | οὐδὲ γὰρ πρόσοιτο ἀναβάτην ἡ κάμηλος οὐδένα ὑπ’ αὐθαδείας καὶ ἀσυνηθείας. | |
50*(1n) | Suda IV 691,17 s.v. Φαγήματα | |
1 | εἶδε φορτίον χλωρῶν ἀκανθῶν, ἃ καμήλοις ἐστὶ φαγή‐ ματα· ἡ δὲ τὴν κεφαλὴν καθῆκε. | |
51*(1n) | Suda III 91,6; I 481,3 s.vv. Κελαρύζει; Βορβορυγ‐ | |
2n | μός | |
1 | ἡ μὲν κάμηλος ἐγεύετο τοῦ χιλοῦ, ὁ δὲ ἔπινε ποτὸν τοῦ ποταμοῦ ἀκούσιος, καὶ ἅτε κάτωθεν τοῦ πνεύματος ὠθουμένου, ἄνωθεν δὲ τοῦ ὕδατος ἐπιφερομένου, ἡ φά‐ ρυγξ ἐκελάρυζε, καὶ πολὺς ἐν τῷ στόματι ἦν βορβορυγ‐ | |
5 | μός. | |
52*(1n) | Suda III 171,11 s.v. Κῶλα | |
1 | ἡ δὲ κάμηλος ὑφῆκε τὰ κῶλα καὶ ἑαυτὴν ἐκάθισεν εἰς τὰ στέρνα. | |
53*(1n) | Suda II 367,23 s.v. Ἐπιλεξάμενος | |
1 | ὁ δὲ εὑρίσκει τὰ γεγραμμένα, καὶ ἐπιλεξάμενος ἐλέγχει τὸ πᾶν ὡς ἐγένετο. | |
54(1n) | Suda IV 462,19 s.v. Συμψήσας | |
1 | βιαζομένους δὲ τοὺς κολυμβητὰς συμψήσας ὁ ποταμὸς ἔφερε κάτω, καὶ οὐκέτι ἀπενόστησαν. | |
55*(1n) | Suda IV 375,5 s.v. Σκευή | |
1 | ὁ δὲ ἱερεὺς σκευὴν ἐσκευάζετο τὴν τοῦ δημίου, μετα‐ | |
λαβὼν ἀντὶ τῶν σεμνοτάτων τὰ οἴκτιστα. | ||
56(1n) | Suda I 9,14 s.v. Ἄβρα | |
1 | ἐπεὶ δὲ τοῦτο χαλεπὸν ἦν καὶ σπάνιόν τι τῆς τε οἰκου‐ ροῦ φυλαττούσης καὶ ἄβρας τινὸς ἄλλης συμπαρούσης, ἀναπείθει τὴν κόρην λαθοῦσαν τοὺς γονεῖς ἀποδρᾶναι. | |
57*(1n) | Suda II 453,10 s.v. Εὐκαρδίως | |
1 | ἡ δὲ κόρη ὑπακούει προθύμως τε καὶ εὐκαρδίως. | |
58*(1n) | Suda II 149,12 s.v. Δύσερως | |
1 | ἀποσφαγεῖσαν γὰρ αὐτὴν ὑπὸ ἐραστοῦ δυσέρωτος. | |
59(1n) | Suda I 162,21 s.v. Ἀναγκαία τράπεζα | |
1 | τὴν δὲ ἅλυσιν—οὐ γάρ ἐστιν ἡμῖν ἀναγκαία—προσ‐ έπεμψά σοι. | |
60(1n) | codd. Laurentianus 57,12 et Vaticanus 1354 | |
1 | ὀξεῖς οἱ τῶν ἐρώντων λογισμοὶ καὶ πρόχειροι ὑπ‐ οπτεῦσαι, δεινοὶ δὲ εἰκάσαι, ἔνθεοι δὲ μαντεύσασθαι. | |
61(1n) | cod. Vaticanus Graecus rescriptus 73 p. 61 sq. | |
1 | [”..................................... ..........]ουν νε̣ι̣[.....]η[.]σ[....]και[...]ειν α [...]λαν[...]και[............]κινδύνους οὐκ ἀνα̣γ̣‐ κα̣ί̣ο̣υ̣ς̣ ἔξε̣σ̣τ̣ι̣ ζ̣ῆν, εἰ μὴ φιλ̣ε̣ῖ̣ς̣· ἀλλ’ ἴθι μ̣ᾶ̣λ̣λ̣ο̣ν̣ καὶ | |
5 | κάθευδε παρ’ ἐκείνην τὴν ξένην· [................ .....]σ̣ι̣ο̣υ̣ κηδεστοῦ [.] καὶ τὸν χρυσὸν καὶ διδ[...]ου ξενίας δῶρον. η[.................]σ[..]μεν ε̣ἴ̣τ̣ε̣ τυχὸν ἤδη καὶ τὸ πρόσωπον κεκαθαρμένη [καὶ] κ̣ε̣κ̣ο‐ σμημ̣ένη τὴν ὀλίγην ἐκείνην κόμην. τί γὰρ ἔτι Σινωνίδος | |
10 | χρῄζεις; ἔχεις κόρην κεκαρμένην ὡς ἐγώ, εὐτυχέστερον δ̣ὲ τ̣η̣σ̣[....................]ς οὐκ ἀνδρὶ χαρι‐ ζομένη τὴ̣ν̣ ἐνεν[.........]”. Ταῦτα λεγούσης τῆς Σινωνίδος ὁ Ῥοδάνης οὐκ ἀνεί‐ χετο, ἀλλ’ ἐνε̣[.]ενε̣ι̣ θαμωθ̣εισ[......] ἡ Σ̣ι̣ν̣ωνὶς ὀργῆς | |
15 | ἀνεπίμπλατο καὶ τισαπ̣ονιτο̣ν[.......]το, καὶ χεῖρας ἀντήρατο καὶ πολλὰς ἀπειλὰς ἐνε[δατεῖτο] καὶ δείξασα τὸ τραῦμα, ὅ ποτε ἔτρωσεν αὑτήν, “ὁρᾷς”, ἔφη, “τοῦτο, ὦ [..........] ὁρᾷς, ὅτι τῆς ψυχῆς Σινωνὶς οὐ φεί‐ δεται· ἔχεις̣ μ̣ε̣ν̣[...........]δειγματ̣ι̣[....] τ̣α̣χ̣υ̣‐ | |
20 | τερα δέ ἐστιν ἐρωτ̣ι̣[......]ζομενη[....] μ̣α̣ρ̣τύρομαί σε, Ῥοδάνη, ἄρξεις σήμερον μεγάλου κακοῦ [........ | |
.........] θυγάτηρ γεωργοῦ αλλο τρι[........] τικοσ[..............]μ[....]δειλης̣ τετρωμενης [...]ρ[.]ωφλ[...]ζ[.]με[.]χνησ̣[.........]ρω[...] | ||
25 | δειν[.................................. ....]τοῦ φόνου τῆς θυγατ[................... ............]περ[...]μενη[................. .......................] ἀλλα[...]μεν ἀριστερας̣ [.......................]ν τὴν δὲ δεξ̣ι̣ὰ̣ν̣ [..] ἐφ’ | |
30 | ὅσο̣ν [......................] καὶ αιτ[.......... ........] ἐπεὶ δὲ [............................. ......]οντος καὶ λοιδοροῦντος [..]τατησ[.......... .....................]τ̣ικῶς ἡ Σινωνὶς ὑπεξέρχεται καὶ δραμο̣ῦ̣σ̣α̣ διὰ τῆς σελήνης ἔθει εὐθὺς τῆς ἐπ[αύλε‐] | |
35 | ως τῆς τοῦ γεωργοῦ, [ᾗπερ] παρετύγχανεν π̣ρ̣ό̣τ̣ε̣ρ̣ο̣ν̣, ἐν νῷ ἔχουσα εἰσδραμεῖν καὶ φονεύειν τοῦ γεωργοῦ τὴν θυγατέρα [..]ηωεξ[...........]χ̣ω̣ρ̣α̣ν̣[......]ταις θη̣ραις εχε και μηγεν[..]. Ὡς δὲ ἔγνωσαν τὴν διάνοιαν αὐτῆς οἱ περὶ τὸν | |
40 | Ῥοδάνην, “σὺ μέν”, εἶπεν ὁ Σόραιχος, “ὦ Ῥοδάνη, κατὰ χώραν μένε καὶ μὴ παρεξ[έλθης], μὴ καὶ δόξῃς ἐπαμύνειν τὴν ἐρωμένην ῥύσασθαι· ἀλλὰ φυλαξώμεθα κόρην ἐρῶσαν καὶ φονῶσαν· ἐγὼ δὲ ἐκείνην μετελεύσομαι· πείθω δὲ ἐμαυτόν, ὅτι ταχέως αὐτὴν ἐπανάξω· θάρρησον | |
45 | [...]σε[..] οἶδα νικᾶν ρ[...] τοὺς Σινωνίδος θυμούς· τί | |
κλάεις, ὦ Ῥοδάνη; μένε, εἰ Σινωνίδα θέλεις ἀπολαβεῖν, εἰ πιστεύεις Σοραίχῳ τῷ δι’ ὑμᾶς πλανωμένῳ.” τοσαῦτα ὁ Σόραιχος εἰπὼν μόλις {μὲν} ἔπεισε τὸν Ῥοδάνην μένειν, μάλιστα μὲν ὑπὲρ τῆς Σινωνίδος φοβούμενον, ἔμελε δὲ | ||
61(50) | αὐτῷ καὶ τῆς κινδυνευούσης κόρης, μή τι δεινὸν ἀπολή‐ ψεται τῆς ζηλοτυπίας. Καὶ τὸ μὲν οὖν πρῶτον οὐδὲ ἐν καταλήψει τῷ Σοραίχῳ ἡ Σινωνὶς ἐφαίνετο· καὶ γὰρ προεῖχε πολὺ καὶ θεῖν ἦν ὀξυτέρα τοῦ Σοραίχου, ἦν δὲ καὶ ὑπὸ τῆς ὀργῆς ἐλαφρο‐ | |
55 | τέρα· τὸ γὰρ τοῦ θυμοῦ τάχος κουφοτέραν αὐτὴν εἰργά‐ ζετο τῷ σώματι. ὅμως δὲ συντεινόμενος ὁ Σόραιχος καὶ παρὰ δύναμιν ἁμιλλώμενος ὡς ὁρᾷ τὴν [χλαῖν]αν τῆς Σινωνίδος πόρρωθεν βοᾷ· “μεῖνον Σινωνί· Σόραιχος ἐγὼ μόνος· Ῥοδάνης οὐ πάρεστιν, οὐ μὰ τὸν Βῆλον.” | |
60 | Ἡ δὲ ἐπέσχε τοῦ δρόμου καὶ τὸν ὅρκον πιστὸν ἡγου‐ μένη καὶ τὸν Σόραιχον αἰδουμένη. ἐπελθὼν δὲ ὁ Σόραιχος πρῶτον αὐτὴν ἐκέλευε προσιέναι καὶ λέγει· “ὦ Σινωνί, ἀμφοτέρους μὲν ὑμᾶς φιλῶ, ἐπείπερ ἀπὸ τῆς τύχης ἐδόθην ὑμῖν πατήρ· σὲ δὲ πρότερον ἢ Ῥοδάνην ἐκτησάμην· ἀλλὰ | |
65 | Ῥοδάνην μὲν οὐκ ἀπολύω τῆς αἰτίας, σὲ δὲ οὐκ ἀξιῶ πάντα τῷ θυμῷ χαρίζεσθαι, οὐδὲ δίκην τοσαύτην λαμ‐ βάνειν παρὰ γυναικὸς καὶ ξένης, ἀφ’ ἧς τάχα μὲν καὶ κινδυνεύσομεν, πάντως δὲ εἰς Δία τὸν Ξένιον ἀσεβήσομεν· αὐτὴ γὰρ καὶ τράπεζαν παρέθηκεν ἡμῖν καὶ ξενίοις ὑπε‐ | |
70 | δέξατο· καὶ τάχα μὲν ἐβιάσθη, τάχα δὲ ἐξηπατήθη ἢ ἐψυχαγωγήθη. οὐ σοὶ μόνῃ, τέκνον, Ῥοδάνης ἐστὶ καλός.” Ἡ δὲ πρὸς αὐτὸ τοῦτο ἀνεφλέχθη καὶ οὐχ ὑπέμεινε | |
τὸν λοιπὸν λόγον, ἀλλ’ εἶπεν· “ὦ Σόραιχε, τοῦτό σοι τὸ δύστηνον πνεῦμα κεχάρισμαι καὶ τότε κακῶς· ὤφελον | ||
75 | γὰρ ἀποθανεῖν πρὶν ἀκοῦσαι, ὅτι ἐστὶ καὶ ἄλλῃ τινὶ Ῥοδάνης καλός. μή με κωλύσῃς μηδὲ θελήσῃς φόνου εἴργειν ἐν ἐρημίᾳ. οἶδας δὲ ὅτι οὐ ψεύδομαι· σὲ γὰρ μάρτυρα τῆς τόλμης ἔχω. ὁρᾷς δὲ ὅτι ἔχω μὲν ξίφος, ἔχω δὲ τραῦμα· καὶ Ῥοδάνης μὲν ἀνεσταυρώθη μόνον, | |
80 | ἐγὼ δὲ καὶ ἡψάμην τοῦ θανάτου καὶ πεῖραν ἔλαβον, ὅτι ἀποθνήσκοντες οὐκ ἀλγοῦσιν ἄνθρωποι, οὐδέ ἐστιν ἀηδὴς ὁ θάνατος· τοῖς δὲ ἐρῶσι καὶ ἡδύς ἐστιν. τί μου λαμβάνῃ, Σόραιχε; μαρτύρομαι, Ῥοδάνῃ τὴν ἐρωμένην σῶσαι θέλεις· μηδέ μοι κινδύνους ἀπείλει μηδὲ συλλήψεις μηδὲ τιμωρίαν· | |
85 | οὐδένα φοβοῦμαι ἡ μὴ φοβηθεῖσα νύκτας μηδὲ σταυρούς. explicit pagina | |
62*(1n) | Suda I 191,20 s.v. Ἀναύδητον | |
1 | ὃς ἐπ’ αἰσχύνης τοῦ πάθους περιρρεόμενος δάκρυσιν ἄναυδος ἦν, ἐξειπεῖν αἰδούμενος τὸ πάθος. | |
63*(1n) | Suda I 89,23 s.v. Ἀκράτωρ | |
1 | ἦν δὲ οἴνου τε ἀκράτωρ καὶ τῶν ἄλλων ἡδονῶν. | |
64*(1n) | Suda II 343,13 s.v. Ἐπείρα | |
1 | ἐπείρα χρήματα πέμπων τῆς διαφθορᾶς δέλεαρ. | |
65*(1n) | Suda II 234,2 s.v. Ἐκτόπως | |
1 | πρὸς τὴν ἐπιπλοκὴν τῆς κόρης ἔχαιρεν ἐκτόπως. | |
66*(1n) | Suda III 130,4 s.v. Κλεψιποτῶ | |
1 | αὐτή γε μὴν κλεψιποτοῦσα καὶ σωφρονοῦσα. | |
67*(1n) | Suda III 155,9 s.v. Κοπίς | |
1o | ὁ δὲ παίεται κοπίδι τὴν κεφαλὴν ὡς οὐ βιωσόμενος {εἶναι}. | |
68*(1n) | Suda IV 739,7 s.v. Φιμοῖ | |
1 | τὸ στόμα τῇ χειρὶ φιμώσασα τοῦ ἐσφαγμένου, μήτινα τῇ ψυχῇ συνεκπέμψειε φωνήν. | |
69*(1n) | Suda IV 826,7 s.v. Χρηστουργία | |
1 | ἡ δὲ φεύγει, ἐπιθυμοῦσα ἀμείψασθαί ποτε χρηστ‐ | |
ουργίᾳ τὸν ἄνθρωπον. | ||
70(1n) | Suda II 504,27 s.v. Ζηλοτυπία | |
1 | ἡ δὲ μεστὴ μὲν ἦν καὶ τῆς ἔμπροσθεν ζηλοτυπίας, προσείληφε δὲ καὶ τὴν ἀπὸ τῆς πράξεως εὐτολμίαν· ὡς οὖν ἐλάβετο τῆς ὁδοῦ, “ὁ μὲν πρῶτος ἀγών”, ἔφη, “διηγώνισται· ἐχώμεθα δὲ καὶ τοῦ δευτέρου· καὶ γὰρ ἐν | |
5 | καιρῷ γεγυμνάσμεθα.” | |
71*(1n) | Suda II 466,13 s.v. Εὐπρόσωπος | |
1 | ὁ δ’ ἐπισυράμενος εὐπρόσωπον λίθον στήλην ἔστησεν. | |
72*(1n) | Suda IV 67,1 s.v. Πατάσσει | |
1 | ὁ δὲ λαβὼν τὸ ξίφος πατάσσει τοῦ στέρνου. | |
73*(1n) | Suda II 27,12 s.v. Δεύσας | |
1 | ὁ δὲ δεύσας τοῦ αἵματος τοὺς δακτύλους προσέ‐ | |
γραψεν· | ||
74*(1n) | Suda I 497,27 s.v. Βρόχος | |
1 | ὁ δὲ ἤδη μεμηχανημένος ἀγχόνην, τὸν βρόχον ἐνδε‐ δυμένος. | |
75*(1n) | Suda IV 153,21 s.v. Πνευστιῶν | |
1 | ὁ δὲ ἔκειτο πνευστιῶν ἡμίπνους ὑπὸ τοῦ βρόχου. | |
76*(1n) | Suda II 69,5 s.v. Διαπειρωμένη | |
1 | ὁ δὲ ἐξώρκισεν αὐτήν, εἰ ταῦτα οὕτως ἐγνωκυῖα λέγει ἢ διαπειρωμένη αὐτοῦ. ἡ δὲ ὤμοσεν, ἦ μὴν τῷ ὄντι καὶ φρονεῖν ταῦτα καὶ λέγειν. | |
77*(1n) | Suda II 433,20 s.v. Ἐταινίωσε | |
1 | ὁ δὲ καὶ ἐταινίωσε τὸ τραῦμα τῇ ζώνῃ. | |
78(1n) | Suda I 285,3; IV 398,10 s.vv. Ἀπηρκότος; Σόραιχος | |
1 | ἄρτι δὲ ἀπηρκότος τοῦ Σοραίχου ἡ Σινωνὶς ἐφίσταται. | |
79*(1n) | Suda I 42,24 s.v. Ἄγχων | |
1 | ὁ δὲ ἄγχων τὴν αὐτῆς δεξιὰν καὶ περιάγων περιαιρεῖται τὸ ξίφος. | |
80*(1n) | Suda III 518,1 s.v. Ὀλίγον | |
1 | ὁ δὲ ὀλίγον φθέγγεται πρὸς τὴν κόρην καὶ αἰτεῖ πιεῖν. | |
81*(1n) | Suda I 513,26 s.v. Γενναιότατος | |
1 | “ὤμοι τάλαινα, ὡς κακῶς διάκεισαι, γενναιότατος περὶ ἐμὲ γενόμενος καὶ θανάτου με ῥυσάμενος.” | |
82*(1n) | Suda II 150,22 s.v. Δυσκλεές | |
1 | “μὴ γὰρ οὕτως ὑφ’ ἡλίῳ δυσκλεὴς εἴην, ὥστε τὸν ἐμὲ | |
σώσαντα μὴ ἀντισῶσαι.” | ||
83*(1n) | Suda I 204,12 s.v. Ἀνενεγκών | |
1 | ὁ δὲ ἐλειποψύχησεν· ἀνενεγκόντα δὲ αὐτὸν ἀράμενοι οἱ φύλακες παρὰ τὸν βασιλέα φέρουσιν ἐκ τῆς νόσου περισωθέντα. | |
84(1n) | Suda IV 170,9; IV 483,3 s.vv. Πομπήν; Συχναῖς | |
1 | καὶ ἅμα τῇ κόρῃ παρεσκεύασε πομπὴν ἐπιφανῆ, ἁρμ‐ άμαξάν τε λαμπρὰν καὶ ἐσθῆτα σοβαρὰν καὶ θεραπείαν | |
συχνὴν εὐνούχων τε καὶ θεραπαινίδων. | ||
85(1n) | codd. Laurentianus 57,12 et Vaticanus 1354 | |
1 | φιλαίτιοι τὰς φύσεις εἰσὶν οἱ βάρβαροι καὶ πρόχειροι τὰς ὁρμάς, ὀλίγα μὲν χρώμενοι τοῖς λογισμοῖς, τὰ πολλὰ δὲ τοῖς πάθεσιν εἴκοντες. | |
86(1n) | codd. Laurentianus 57,12 et Vaticanus 1354 | |
1 | θανάτου καταφρονήσας ἄνθρωπος δεσπότην οὐκ ἔχει. | |
87*(1n) | Suda II 386,10 s.v. Ἐπιτεμόμενος | |
1 | “κέλευσόν με ἀποθνήσκειν ἐπιτεμόμενος τοῦ σταυροῦ τὴν περίοδον.” | |
88*(1n) | Suda II 683,22 s.v. Θανατιᾶν | |
1 | οὕτως ἄγαν αὐτοῖς συμβεβήκει τὸν μὲν φονᾶν, τὸν δὲ θανατιᾶν. | |
89(1n) | Suda II 552,4 s.v. Ἤδη | |
1 | “ἤδη γὰρ ἐλεῶ σε, ὅτι τὰ αὐτά σοι δυστυχῶ.” | |
t90-100* | FRAGMENTA INCERTAE SEDIS | |
90(1n) | Suda IV 649,6 s.v. Ὑπεξέπεμψεν | |
1 | ὄντας ὡραίους καὶ καλοὺς τοὺς παῖδας ὁ πατὴρ ὑπ‐ εξέπεμψεν εἰς τοὺς ποιμένας φοβούμενος τύραννον ὑβρι‐ στήν. | |
91(1n) | Suda II 60,26 s.v. Διακωδωνίσω | |
1 | ἐπειδὴ διακωδωνίζων ἕκαστον τῶν ποιμένων οὐχ οἷός τε ἦν ἀκοῦσαι καὶ μαθεῖν, οἵτινες ἦσαν οἱ παῖδες. | |
92*(1n) | Suda II 265,28 s.v. Ἐμφερεῖς | |
1 | ὁ δὲ ἐμφερεῖς παῖδας τοῖς ἐπιζητηθεῖσι κοσμήσας ὑπὸ | |
πεπλασμένης τιμῆς καὶ σηρικῆς ἐσθῆτος. | ||
93(1n) | Suda IV 521,4 s.v. Τελώνης | |
1 | ἔδωκε τὸν ὅρμον ὁ τελώνης τῷ ἐμπόρῳ. οὐκ ἤδη καὶ λύκοι θήσουσιν ἄρνας ἐκ τῶν στομάτων καὶ λέοντες ἀπὸ τῶν ὀδόντων ἀπολύσουσι νεβροὺς ταῖς μητράσιν, ὁπότε καὶ τελώνης ἀφῆκεν ἄγραν τηλικαύτην; | |
94*(1n) | Suda II 331,15 s.v. Ἐπανεθήσεται | |
1 | “κἀμοί τι τῶν τελῶν ἐπανεθήσεται καὶ μεγάλα κερ‐ δανῶ.” | |
95*(1n) | Suda II 383,26 s.v. Ἐπιστολή | |
1 | ὁ δὲ τῷ ἱερεῖ ἐπιστολὰς λέγει καθεύδοντι. | |
96(1n) | codd. Laurentianus 57,12 et Vaticanus 1354 | |
1 | πάντας μὲν ἀνθρώπους ἐξίστησιν ἔρως, εὐνούχους δὲ ποιεῖ φονικωτέρους ὥσπερ οἶνος Σκύθας· φονᾷ γὰρ Σκύ‐ θης μὲν πιών, εὐνοῦχος δὲ ἐρῶν. | |
97(1n) | Suda IV 517,12 s.v. Τελαμών | |
1 | περιβαλὼν δὲ περὶ τὰς χεῖρας αὐτοῦ τοὺς τελαμῶνας προσέδησε τῇ κλίνῃ. | |
98(1n) | Suda I 85,3; II 676,9 s.vv. Ἀκόλαστος; Ἰταμός | |
1 | ἡ δὲ νῦν μὲν ἐγέλα ἰταμόν τε καὶ ἀκόλαστον γέλωτα, νῦν δὲ ἐφθέγγετο ῥήματα αὐθάδη. | |
99(1n) | Suda I 332,2 s.v. Ἀπραγμόνως | |
1 | “εἶτα ἐάσατε οὕτως ἀπραγμόνως ἀποθανεῖν.” | |
100*(1n) | Suda IV 94,14 s.v. Περιδινοῦντες | |
1 | οἱ δὲ Βαβυλώνιοι ἐντιθέντες εἰς σφενδόνας ᾠὰ καὶ περιδινοῦντες ἐν κύκλῳ, ἅτε οὐκ ἄπειροι τῶν αὐτοσχε‐ δίων καὶ κυνηγετικῶν διαιτημάτων, ἀλλὰ μεμελετηκότες τὰ ἐν ἐρημίᾳ μηχανήματα, ἑφθὸν {καὶ ὠμὸν} τῇ ῥύμῃ τὸ | |
5 | ᾠὸν κατεσκεύαζον. | |
t*101-126* | FRAGMENTA DUBIA | |
101*(1n) | codd. Laurentianus 57,12 et Vaticanus 1354 | |
1t | Μισθοφόροι τὸν ποταμὸν τοῖς πολεμίοις | |
2t | ἐπήγαγον, καὶ ἀπαιτοῦσι τὸν μισθὸν παρ’ | |
3t | Ἀμφικτύοσι δικαζόμενοι. | |
4 | Οὐκ ἐπαναλώσαμεν τῷ πολέμῳ χρόνον, ἀλλὰ προσ‐ | |
5 | έθεμεν τῇ νίκῃ τάχος· ὑμεῖς δὲ ἀποστερῆσαι τὸν μισθὸν διεγνώκατε, τὸ πλεονέκτημα τῆς εὐτυχίας ἔγκλημα ποιού‐ μενοι, καὶ οὐδὲ ἐκεῖνο συνίετε, ὅτι πολλοὶ συμμαχήσαντες, οὐ μέντοι κρατήσαντες τὰ συνωμολογημένα χρήματα παρὰ τῶν συμμαχίας τυχόντων κομίζονται, διότι τῶν συμμα‐ | |
10 | χούντων ἕκαστος συμβαλλόμενος τὴν γνώμην οὐκ ἐπαγ‐ γέλλεται τὴν τύχην. Ὢ τὸ παράδοξον τοῦτο τόλμημα ἡμῶν. στρατόπεδον ὅλον ποταμῷ βάλλεται καὶ κλύδωνι χερσαίῳ παρασύρεται καὶ χειροποιήτῳ χειμῶνι βαπτίζεται. ὢ μὴ πεζομαχή‐ | |
15 | σαντες ἡμεῖς μόνον, ἀλλὰ καὶ χωρὶς νεῶν ναυμαχήσαντες. αὔτανδρον οἴχεται τὸ τῶν πολεμίων στρατόπεδον, καὶ πάνδημος ἐν ἠπείρῳ μέσῃ τοὺς ἐχθροὺς κατείληφε ναυα‐ γία· κῦμα δεδιδαγμένον ἠγείρετο καὶ ῥοῦς κεκελευσμένος ἐγίνετο καὶ ποταμὸς ἀπὸ συνθήματος ῥεῖν προσετάττετο. | |
20 | ὢ μὴ μόνον ἀνδρῶν, ἀλλὰ καὶ ποταμῶν ἐστρατηγηκότες. | |
102*(1n) | Suda I 486,13 s.v. Βουλομένῳ | |
1 | ὁ δὲ ἔφη θαυμάζων· “ἐθελήσεις τί μοι μαντεύσασθαι;” “πάνυ γε”, ἔφην, “εἴ σοι βουλομένῳ ἐστίν.” | |
103*(1n) | Suda II 90,28 s.v. Διῄρει | |
1 | ὁ δὲ πρεσβύτης ὢν διῄρει τὰς μοίρας τῶν κρεῶν. | |
104*(1n) | Suda III 239,15 s.v. Λάχος | |
1 | ἐν οἷς ἦν καὶ συὸς ἀγρίου μέγα λάχος. | |
105*(1n) | Suda II 535,15 s.v. Εἰρυσμένους | |
1 | ἡ δὲ θεράπαινα ἑώρα τὰ ξίφη εἰρυσμένους, ὡς αὑτοὺς διαχρήσαιντο. | |
106*(1n) | Suda I 522,17 s.v. Γῄδιον | |
1 | ὑπεδέξατο αὐτοὺς ἄγροικος πένης γῄδιον λεπτὸν κα‐ κῶς γεωργῶν. | |
107*(1n) | Suda II 675,20 s.v. Ἰσχυρόν | |
1 | “ἀλλ’ οὐκ οἶμαι ζῆν αὐτὴν ἔτι, ἰσχυρὸν τραῦμα λαβοῦ‐ σαν ὑπ’ ἐμοῦ.” | |
108*(1n) | Suda I 369,3 s.v. Ἀρτίδιον | |
1 | ὁ δέ τινα τῶν βασιλικῶν παίδων αἰτήσας ἀρτίδιον | |
κατεχρήσατο. | ||
109*(1n) | Suda IV 177,11 s.v. Πόρρω | |
1 | ὡς δὲ πόρρω ἦσαν τοῦ πίνειν, τότε δὴ μύρον μέν τις περιήνεγκεν· οἱ δὲ ἐχρίοντο. | |
110*(1n) | Suda II 60,1 s.v. Διακορεῖς | |
1 | ἰδὼν αὐτοὺς διακορεῖς μέθης ὄντας. | |
111*(1n) | Suda I 403,16 s.v. Ἀτηρόν | |
1 | οἱ δὲ ἐγέλων γέλων ἀτηρόν. | |
112*(1n) | Suda IV 667,7 s.v. Ὑποβλεπόμενος | |
1 | καὶ οὐκ ἦν ῥᾴδιον μὴ γελᾶν καὶ ὑποβλέπεσθαι τὸ γινό‐ μενον. | |
113*(1n) | Suda II 482,25 s.v. Ἔφεδρος | |
1 | μεσολαβηθεὶς δ’ ὁ νέος ἐξ ἐχθρῶν ὑπερκειμένων καὶ ἐφέδρων, εἰς τὸ ἄντρον εἰσκριθεὶς ἐπίπονον βίον συν‐ εστήσατο καὶ θηριώδη. | |
114*(1n) | Suda II 375,15 s.v. Ἐπιπόνως | |
1 | ὁ δὲ γυμνὸς ὤν, ὥρᾳ χειμῶνος ἐν ἄντρῳ ἐναυλισάμενος ἐπιπόνως, πρόβατα εὑρὼν ἀνεῖλε καὶ ταῖς δοραῖς αὐτῶν | |
ἠμφιέσθη. | ||
115*(1n) | Suda III 217,5 s.v. Κυπτάζειν | |
1 | ὁ δὲ ἐς ἅμαξαν χόρτου πλήρη ἐκρύφθη καὶ οὕτως ἐς τὸ ἄστυ ἐσεκομίσθη, ἅτε μηδενὸς ἐλπίσαντος ἐνταῦθά τινα κυπτάζειν. | |
116*(1n) | Suda III 217,5 s.v. Παταγοῦσι | |
1 | ὁ δὲ λανθάνει, τοῦ πνεύματος σφόδρα παταγοῦντος. | |
117*(1n) | Suda IV 442,32 s.v. Στρεπτός | |
1 | ὁ δὲ λαβόμενος τῇ λαιᾷ τοῦ στρεπτοῦ, ὃν δὴ χρυ‐ σοῦν ἔφερεν ἀμφὶ τῇ δέρῃ. | |
118*(1n) | Suda IV 439,13 s.v. Στραγγαλωτὴ μάστιξ | |
1 | ὁ δὲ ἐκέλευσεν αὐτὸν μαστιγοῦσθαι τῇ μάστιγι τῇ στραγγαλωτῇ· ὁ δὲ ἔξαρνος ἦν μηδὲν εἰρηκέναι. | |
119*(1n) | Suda III 1,19 s.v. Καγχάζει | |
1 | ὁ δὲ κατὰ θυμὸν ἀνεκάγχασεν, ἠγανάκτει δὲ πρὸς τὸν ἀέρα καὶ συνεχῶς ἐβρυχᾶτο. | |
120*(1n) | Suda III 294,24 s.v. Λυκηθμός | |
1 | ἐξάκουστος γὰρ αὐτοῖς ἐγένετο ὁ λυκηθμός, καὶ τῷ | |
ταράχῳ ἀνεπήδησαν. | ||
121*(1n) | Suda I 285,11 s.v. Ἀπήρυκεν | |
1 | ὁ δὲ μόνος ὑφίστατο καὶ ἀπήρυκε τὸ θηρίον. | |
122*(1n) | Suda II 347,14 s.v. Ἐπῆρες | |
1 | τὸ δὲ πλοῖον ἐπῆρες ἦν, εἰς ὃ τὴν ἄνθρωπον ἐμβάλλουσι, καὶ ἀποπλεῖ. | |
123*(1n) | Suda IV 194,6 s.v. Πρηστήρ | |
1 | πολλὰ δὲ φυσήματα ἀπροόρατα ἐμπίπτει, πολλοὶ δὲ πρηστῆρες βιαιότατοι καὶ μεγέθη κυμάτων. | |
124*(1n) | Suda III 534,7 s.v. Ὁμοῦ | |
1 | ὁμοῦ τι τῇ πληγῇ ἡ παῖς ἦν, καὶ ἀπέσφακτο ἄν, εἰ μὴ σκηπτὸς κατηνέχθη ἀμφοῖν μέσος. | |
125*(1n) | Suda I 436,28 s.v. Ἀχανὲς πέλαγος καὶ πεδίον | |
1 | τέλματα δύσπορα διαδέχεται, καὶ ἐπὶ τούτοις ἀχανὲς καὶ ἀνέξοδον πεδίου βάθος, ἐν ᾧ μυρίκαι τε δένδρων μεί‐ ζους ἐπεπήγεσαν, καὶ τὸ συνεχὲς τῆς ὕλης φοβερώ‐ | |
τατον. | ||
126*(1n) | Suda IV 355,23 s.v. Σιγηλός | |
1 | σιγὴ δὲ ἦν βαθυτέρα πάσης ἐρημίας. |